Είναι χαρακτηριστικό το γεγονός ότι αν κάποιος πεθάνει κατά τη διάρκεια της Διακαινήσιμης εβδομάδας, η Εξόδιος Ακολουθία θα τελεσθεί μέσα στο κλίμα της αναστάσιμης χαράς. Αντί των νεκρωσίμων ιδιομέλων ψάλλονται οι καταβασίες του Πάσχα και το εξαποστειλάριον "Σαρκί υπνώσας ως θνητός", αντί δε του "Δεύτε τελευταίον ασπασμόν", ψάλλεται το "Αναστάσεως ημέρα". ΠΗΓΗ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἄμωμος. Ψαλμὸς ριη´ (118).
ΣΤΑΣΙΣ Α´. Ἦχος πλ. β´.
Ἄμωμοι ἐν ὁδῷ, Ἀλληλούϊα.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα.
Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἀλληλούϊα.
Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀλληλούϊα.
Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀλληλούϊα.
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἀλληλούϊα.
Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ἀλληλούϊα.
ΣΤΑΣΙΣ Β´. Ἦχος πλ. α´.
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. Ἐλέησόν με, Κύριε.
Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἐλέησόν με, Κύριε.
Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐλέησόν με, Κύριε.
Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Ἐλέησόν με, Κύριε.
Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δίκαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. Ἐλέησόν με, Κύριε.
Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. Ἐλέησόν με, Κύριε.
ΣΤΑΣΙΣ Γ´. Ἦχος πλ. δ´.
Καὶ ἐλέησόν με. Ἀλληλούϊα.
Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἀλληλούϊα.
Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἀλληλούϊα.
Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Ἀλληλούϊα.
Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀλληλούϊα.
Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
Νεκρώσιμα Εὐλογητάρια. Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας, εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ᾿ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸν σὸν πλάσμα Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν σου, καὶ κατάταξον αὐτὸν ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων Κύριε, καὶ οἱ Δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τὸν κεκοιμημένον δοῦλόν σου ἀνάπαυσον, παρορῶν αὐτοῦ πάντα τὰ ἐγκλήματα.
Δόξα. Τριαδικόν.
Τὸ τριλαμπές, τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸν θεῖον Πνεῦμα· φώτισον ἡμᾶς, πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι᾿ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Κοντάκιον. Ἦχος πλ. δ´.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ἦχος α´.
Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἔστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ᾿ ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὃν ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Ἦχος β´.
Ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος· πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροί, ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται πρὸς τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε, Δέσποτα, ὃν μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὸ πνεῦμα τοῦ σοῦ δούλου, Χριστέ.
Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.
Οἴμοι, οἶον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! Οἴμοι, πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! Πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει· πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διό, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τῷ μεταστάντι τὴν ἀνάπαυσιν, παρά Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος γ´.
Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον· οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Ἦχος δ´.
Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον, πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται. Διό σε ἱκετεύομεν· Τὸν μεταστάντα ἀνάπαυσον, ἐν σκηναῖς τῶν Δικαίων σου. Ζωοδότα Φιλάνθρωπε.
Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.
Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τὸν μεταστάντα ἐξ ἡμῶν, ἀναπαύων αὐτὸν ἐν τῇ ἀγήρῳ μακαριότητι.
Ἦχος πλ. α´.
Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα καὶ εἶπον· ἆρα τίς ἐστι, βασιλεὺς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ Δικαίων τὸν δοῦλόν σου, ὡς φιλάνθρωπος.
Ἦχος πλ. β´.
Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διό, Χριστέ, τὸν δοῦλόν σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.
Ἦχος βαρύς.
Ἀνάπαυσον, Σωτὴρ ἡμῶν ζωοδότα, ὃν μετέστησας ἀδελφὸν ἡμῶν ἐκ τῶν προσκαίρων, κράζοντα δόξα σοι.
Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.
Κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ᾿ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων· φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν, Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.
Ἦχος πλ. δ´.
Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ᾿ εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! Τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονε μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ, καὶ συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.
Δόξα Πατρί. Ὁ αὐτός.
Ὁ θάνατός σου, Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκτο· διὸ τὸν μεταστάντα ἀνάπαυσον ὡς φιλάνθρωπος.
Καὶ νῦν. Ὁ αὐτός.
Ἁγνὴ Παρθένε, τοῦ Λόγου Πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ.
Οἱ Μακαρισμοί.
Ἐν τῇ βασιλείᾳ σου, μνήσθητί ἡμῶν, Κύριε.
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Ἦχος πλ. β´. Οἱ ὅσιοί σου Παῖδες.
Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοι βοήσαντα, τὸ Μνήσθητί μου προαπειργάσω· αὐτοῦ τῆς μετανοίας, ἀξίωσον κἀμὲ τὸν ἀνάξιον.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεόν ὄψονται.
Ζωῆς ὁ κυριεύων καὶ τοῦ θανάτου, ἐν ταῖς αὐλαῖς Ἁγίων ἀνάπαυσον, ὃν προσελάβου ἐκ τῶν προσκαίρων, βοῶντα· Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὁ τῶν ψυχῶν δεσπόζων καὶ τῶν σωμάτων, οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ ἡμῶν, τῶν θλιβομένων παραμυθία, ἀνάπαυσον ἐν χώρᾳ Δικαίων, ὃν μετέστησας δοῦλόν σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Χριστός σε ἀναπαύσοι ἐν χώρᾳ ζώντων, καὶ πύλας Παραδείσου ἀνοίξοι σοι, καὶ βασιλείας δείξοι πολίτην, καὶ ἄφεσίν σοι δῴη, ὧν ἥμαρτες ἐν βίῳ φιλόχριστε.
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, καθ᾿ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.
Ἐξέλθωμεν καὶ ἴδωμεν ἐν τοῖς τάφοις, ὅτι γυμνὰ ὀστέα ὁ ἄνθρωπος, σκωλήκων βρῶμα καὶ δυσωδία καὶ γνῶμεν τίς ὁ πλοῦτος, τὸ κάλλος, ἡ ἰσχὺς καὶ ἡ εὐπρέπεια.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ἀκούσωμεν τί κράζει ὁ Παντοκράτωρ· Οὐαί, οἱ ἐκζητοῦντες θεάσασθαι, τὴν φοβερὰν ἡμέραν Κυρίου· αὕτη γάρ ἐστι σκότος· πυρὶ γὰρ δοκιμάσει τὰ σύμπαντα.
Δόξα.
Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ Πνεῦμα Ἅγιον.
Καὶ νῦν. Θεοτοκίον.
Πῶς ἐκ μαζῶν σου γάλα βρύεις Παρθένε; Πῶς τρέφεις τὸν τροφέα τῆς κτίσεως; Ὡς εἶδεν ὁ πηγάσας ὕδωρ ἐκ πέτρας, τὰς φλέβας τῶν ὑδάτων, διψῶντι τῷ λαῷ, καθὼς γέγραπται.
Ἀπόστολος
Πρὸς Θεσσαλονικεῖς Α´ (δ´ 13-17).
Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μή ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην (ε´ 24-30).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ· οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. Μή θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
Εὐχαὶ συγχωρητικαί.
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· αὐτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου(τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τελευταῖος ἀσπασμὸς τοῦ λειψάνου.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τελευταῖον ἀσπασμόν, δῶμεν ἀδελφοί τῷ θανόντι, εὐχαριστοῦντες Θεῷ· οὗτος γὰρ ἐξέλιπε τῆς συγγενείας αὐτοῦ, καὶ πρὸς τάφον ἐπείγεται, οὐκ ἔτι φροντίζων, τὰ τῆς ματαιότητος, καὶ πολυμόχθου σαρκός. Ποῦ νῦν συγγενεῖς τε καὶ φίλοι; Ἄρτι χωριζόμεθα, ὅνπερ ἀναπαῦσαι Κύριος εὐξώμεθα.
Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. (γ΄
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Η κυρία Κατερίνα εκατοχρόνισε και την ξεπροβόδισαν όλοι οι δικοί της.
Κάθε που παρευρίσκομαι σε μια τέτοια περίσταση, ακούω την ακολουθία με προσοχή και την λογαριάζω για δικιά μου. Συμμετέχω, γιατί θέλω με την παρουσία μου ν' αλαφρώσω τον πόνο του πάσχοντος συνανθρώπου για την απώλειά του, αλλά δεν ξεχνώ πως θά'ρθει κι η σειρά μου. Θα πρέπει να είμαι εκεί, τετελειωμένη. Θα ήθελα να έχω προφτάσει εκείνα που πρέπει να έχω κάνει. Μην ξεχνιόμαστε! Καιρός του ποιήσαι τω Κυρίω! Κι αφού τίποτε δεν μένει ας ικετεύσουμε: Εσύ Χριστέ μου, που έκαμες πολίτη του Παραδείσου τον ληστή σαν πάνω από τον Σταυρό εβόησε το "Μνήσθητι", αξίωσε κι εμένα την ανάξια δούλη σου να μετανοήσω όπως εκείνος, αφού το ξέρω, πως "ουδένα θέλεις απωλεσθήναι, πριν εις επίγνωσιν της αληθείας ελθείν"